Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 61.8 Dem. 61.11 (English) >>Dem. 61.14

61.9καίτοι τί χρὴ τὸν τῶν μεγίστων ἐπαίνων ἄξιον; οὐχ ὑπὸ μὲν τῶν θεῶν ἠγαπημένον φαίνεσθαι, παρὰ δὲ τοῖς ἀνθρώποις τὰ μὲν διʼ αὑτόν, τὰ δὲ διὰ τὴν τύχην θαυμάζεσθαι; καθʼ ὅλου μὲν τοίνυν τῶν ὑπαρχόντων σοι πρὸς ἀρετὴν ἴσως ὕστερον ἁρμόσει τὰ πλείω διελθεῖν· δʼ ἑκάστου τούτων ἐγκώμιʼ εἰπεῖν ἔχω, ταῦτα δηλῶσαι πειράσομαι μετʼ ἀληθείας.

61.10ἄρξομαι δὲ πρῶτον ἐπαινεῖν, ὅπερ πρῶτον ἰδοῦσιν ἅπασιν ἔστιν γνῶναί σου, τὸ κάλλος, καὶ τούτου τὸ χρῶμα, διʼ οὗ καὶ τὰ μέλη καὶ ὅλον τὸ σῶμα φαίνεται. τίνʼ ἁρμόττουσαν εἰκόνʼ ἐνέγκω σκοπῶν οὐχ ὁρῶ, ἀλλὰ παρίσταταί μοι δεῖσθαι τῶν ἀναγνόντων τόνδε τὸν λόγον σὲ θεωρῆσαι καὶ ἰδεῖν, ἵνα συγγνώμης τύχω μηδὲν ὅμοιον ἔχων εἰπεῖν. 61.11τῷ γὰρ <ἂν> εἰκάσειέ τις, θνητὸν ὂν ἀθάνατον τοῖς ἰδοῦσιν ἐνεργάζεται πόθον, καὶ ὁρώμενον οὐκ ἀποπληροῖ, καὶ μεταστὰν μνημονεύεται, καὶ τὴν τῶν θεῶν ἀξίαν ἐπʼ ἀνθρώπου φύσιν ἔχει, πρὸς μὲν τὴν εὐπρέπειαν ἀνθηρόν, πρὸς δὲ τὰς αἰτίας ἀνυπονόητον; ἀλλὰ μὴν οὐδὲ ταῦτʼ ἔστιν αἰτιάσασθαι πρὸς τὴν σὴν ὄψιν, πολλοῖς ἄλλοις ἤδη συνέπεσεν τῶν κάλλους μετασχόντων. 61.12 γὰρ διʼ ἀρρυθμίαν τοῦ σχήματος ἅπασαν συνετάραξαν τὴν ὑπάρχουσαν εὐπρέπειαν, διʼ ἀτύχημά τι καὶ τὰ καλῶς πεφυκότα συνδιέβαλον αὐτῷ. ὧν οὐδενὶ τὴν σὴν ὄψιν εὕροιμεν ἂν ἔνοχον γεγενημένην· οὕτω γὰρ σφόδρʼ ἐφυλάξατο πάσας τὰς τοιαύτας κῆρας ὅστις ποτʼ ἦν θεῶν τῆς σῆς ὄψεως προνοηθείς, ὥστε μηδὲν μέμψεως ἄξιον, τὰ δὲ πλεῖστα περίβλεπτά σου καταστῆσαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 61.8 Dem. 61.11 (English) >>Dem. 61.14

Powered by PhiloLogic